Ancient Greek
13 to 15
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 13-3-15
Not analysed yet
ἄλοκα: τὴν αὔλακα, ὅ ἐστιν ἀροτρευθεῖσαν γῆν· λέγει δὲ τὴν γυναῖκα. ~ΓVΟΩΔ ἀποσαφοῦντες*] φανεροῦντες. ~ΓV ἄρνεια* κρέα] ὁ Κροῖσος θέλων πειραθῆναι, εἰ ἀλήθειαν μαντεύεται ὁ Ἀπόλλων, μίξας ἄρνεια κρέα καὶ ἀπὸ χελώνης ἥψει αὐτά. καὶ ἐποίησεν ἀπελθεῖν τινας πρὸς αὐτὸν καὶ ἐρωτῆσαι αὐτόν, τί ποιεῖ· ὁ δὲ ἀπεκρίθη ὀδμή μ’ ἐς φρένας ἦλθε κραταιρίνοιο χελώνης ἑψομένης ἐν χαλκῷ ἅμ’ ἀρνείοισι κρέασιν. ~ΓVΟΩΔ διηγκυλημένος] ἐν ἑτοίμῳ ἔχων. ~ΓVΟΩ διηγκυλωμένος] ἠγκασμένος. ~Δ