Ancient Greek
Ζεὺς ἐλεγχόμενος.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 16-2
Not analysed yet
Καλλίας*] Ἀλκιβιάδης Κλεινίου, Σκαμβωνίδης τὸν δῆμον, τραυλὸς ἦν, ὡς Ἀριστοφάνης Σφηξί [44]. γήμας δὲ τὴν Ἱππονίκου θυγατέρα, Καλλίου δὲ ἀδελφήν, αὐτῇ μὲν ἐπεισῆγεν ἑταίρας, τὸν δὲ Καλλίαν ἐπειρᾶτο διὰ τὰ χρήματα ἀνελεῖν. καὶ συνθέμενός τινι τῶν ἡλικιωτῶν κόνδυλον τῷ Ἱππονίκῳ ἐνέτριψεν. καὶ βαδίζων εἰς τοὺς τῶν ἐραστῶν ἀγροὺς τοὺς καλλίστους τῶν βοῶν ἐκλεγόμενος ἔθυε μετὰ τῶν ἐραστῶν. αὐτῇ δὲ τῇ θυγατρὶ αὐτοῦ ἐπεμίγη Ἀλκιβιάδης παρὰ τοὺς νόμους. οὗτος δὲ Ἀκάτιος ἐκαλεῖτο, ἤτοι ὅτι τοὺς μικροὺς ἀκατίους ἐκάλουν ἢ ὅτι ἀπὸ Ἀκατίου χωρίου ἦν. ~V τοῖς ἕνδεκα*] οἱ ἕνδεκα ἄρχοντές εἰσι παρὰ τοῖς Ἀθηναίοις τῶν ἐν τῷ δεσμωτηρίῳ ἐπιμελούμενοι καὶ τοὺς ἐναγομένους ὡς κλέπτας ἢ ἀνδραποδιστὰς ἢ λωποδύτας, ἂν μὲν ὁμολογῶσι, θανάτῳ ζημιοῦσιν, ἐὰν δὲ ἀμφισβητῶσιν, εἰς δικαστήριον εἰσάγουσι καί, ὃ δ’ ἂν κριθῇ περὶ αὐτῶν, ποιοῦσιν. καὶ εἴ τις ἄλλος κατακριθῇ θάνατον, οἱ ἕνδεκα τοῦτον παραλαμβάνουσιν. ~ΓVΟΩΔ ἀνεσκολοπίζοντο] ἐν ἄλλῳ Γώχης δὲ ἀνὴρ ἐνάρετος ἀνεσκολοπίσθη πρὸς αὐτοῦ. ~ΓΔ