Ancient Greek
13 to 15
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 13-5-15
Not analysed yet
πλέως*] ἀνάπλεως. ~ΓV καπνοδόχης*] καλῶς εἶπεν ’ἐπὶ τῆς καπνοδόκης’ ὡς ἀπολομένῳ διὰ πυρός. ~ΓVΦΩΔ μὰ τὸν Ἐνδυμίωνα*] τοῦ Ἐνδυμίωνος ἐρασθεῖσα ἡ Σελήνη συνῆν αὐτῷ καὶ διὰ τοῦτο Ἐμπεδοκλῆς ὡς περὶ τὴν σελήνην διάγων κατὰ τοῦ Ἐνδυμίωνος ὄμνυσιν. ~ΓVΦΩΔ μισθοῦ χάριν] φιλοκερδὴς ὁ γραφεύς. ~Δ ἀτάρ*] ἀλλὰ δή. ~ΓV λημᾶν*] ὀφθαλμιᾶν· λήμη γὰρ ὁ συναγόμενος ἐν τῷ ὀφ θαλμῷ ῥύπος. ~ΓVΔ. Addit Δ: ὃν καὶ τζίμπλαν φασὶν οἱ ἀγροικικώτεροι. ~παρὰ* σοί] ἐν σοί ἐστι, φησί, τὸν ἕνα ὀφθαλμὸν βασιλικὸν κτήσασθαι. ~ΓVΩΔ κατ’ ὀλίγον ὑπαπιών*] κατὰ μικρὸν ἀπερχόμενος. ~ΓVΔ Πτολεμαῖον*] Πτολεμαῖος ὁ ἐπίκλην Φιλάδελφος Στρατονίκην τὴν ἰδίαν ἀδελφὴν εἶχε γυναῖκα. ~ΓVΦΩΔ Λυσιμάχῳ*] ὁ Λυσίμαχος εἷς ἦν τῶν Ἀλεξάνδρου διαδόχων. οὗτος Ἀγαθοκλέα τὸν υἱὸν διαβληθέντα ἐπιβουλεύειν αὐτῷ ἀπέκτεινεν. ~ΓVΦUΩΔ κατηλοημένος*] διατεθρυμμένος, τεθερισμένος. ~ΓVφΩ —]συντετριμμένος· ἀλοᾶν γὰρ τὸ συντρίβειν ἢ τύπτειν. ~VφΔΩ. Addit Δ: ἀφ’ οὗ καὶ πατραλοίας. ~