Ancient Greek
13 to 17
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 13-6-17
Not analysed yet
προαιρεῖσθαι] προτιμᾶν. ~M συνεσπακώς] κάμψας, συναγαγών. ~M ἀποδράσεσθαι παρ’ αὐτῶν: ἀντὶ τοῦ ἐξ αὐτῶν. ~CΓ2 VΩ ἐπικαλεῖν] ἤγουν ἐγκαλεῖν. ~M ὦ Ζεῦ, πρὸς τοῦ Διός: παίζει πρὸς τοὺς ῥήτορας οὕτω συνεχῶς κεχρημένους. ἢ καὶ ἠθικὸν τοῦτο ποιεῖ καὶ ἁπλοϊκόν. ~ΔVΩ ἐπ’ ἀρότῳ*] ἀντὶ τοῦ ἐπὶ σπορᾷ. ~ΔM τῇ Θεσμοφόρῳ: τῇ Ἑστίᾳ· ἐπαρθενεύοντο γὰρ αἱ ἱέρειαι αὐτῆς πανταχοῦ. ~CVΩΔ λαφυσσόμενος* καὶ ἐξαντλούμενος] ἀντὶ τοῦ λαφύσσεσθαι καὶ ἐξαντλεῖσθαι παραχωρούμενος. ~VΓ2 MΩΔ