Ancient Greek
Τίμων.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 18-5
Not analysed yet
ἀφαιρούμενοι* παθητικῶς ἀκουστέον ἀφαιρούμενοι ἀντὶ τοῦ στερούμενοι. ~VΓ2MΩΔ Δαναΐδων*] Αἴγυπτος καὶ Δαναὸς ἤστην μὲν ἀδελφώ, γεγόνασι δὲ πατέρες ὁ μὲν ν′ υἱῶν, ὁ δὲ ν′ θυγατέρων ὁ Δαναός. γημάμεναι δὲ τοὺς ἄρρενας αἱ θήλειαι καὶ φόνον ἀνόσιον κατ’ αὐτῶν μελετήσασαι ἅπαντας ἐν μιᾷ νυκτὶ παρὰ τὸν καιρὸν τῆς συνουσίας διεχρήσαντο τὴν ἅπασαν ἀρχὴν τῷ ἑαυτῶν πατρὶ κατακτώμεναι. ἔνθεν τοι καὶ ταύτην ἔλαχον ἐν Ἅιδου τιμωρίαν εἰς τετρυπημένον πίθον ἀντλῆσαι. ~Γ τοῦ ἐπιρρέοντος*] τῆς ἐπιρροῆς. ~VΩ