Ancient Greek
Λεξιφάνης.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 13-9
Not analysed yet
παρηβηκότος*] προσυπακουστέον οἴνου. ~EVφΔ τρυφαλίδας* τυροῦ] τὰ ἀπὸ τυροῦ ἐπιμήκη πεπλασμένα. ~ECVφΩΔ χαμαιπετεῖς ἐλαίας, ἃς καλοῦμεν δρυπεπεῖς· αὗται γὰρ εἰ μὴ ἀφ’ ἑαυτῶν ἀπορρυῶσι τοῦ δένδρου, οὐ σκευάζονται οὕτως· νευστὰς δὲ τὰς κολυμβητὰς λέγει. ὀξυόστρακα δὲ τὰ ἐξεσμένα στίλψεως ἕνεκεν. πλακοῦντα δὲ ἐξ ἐντέρων ἐγκεκορδυλημένον, ὃν διὰ τοῦτο καὶ κρωβυλώδη εἶπεν, οἱονεὶ ὡς κρωβύλον ἀναδεδεμένον, ὃ ἡ νῦν συνήθεια χορδὴν λέγει. παιδοβοσκὸν δὲ τὸν διδάσκαλον. διέμπιλον δὲ τὴν πολλοῖς πίλοις περιτεθειμένην. ~EVφΩΔ