Ancient Greek
10 to 12
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 10-8-12
Not analysed yet
λὰξ πατήσας: ἐπὶ τῶν ἐνισχημένων μὲν συμφοραῖς θαρραλέως δὲ ταύτας ἐκδύντων λέγεται τοῦτο, ὡς καὶ ἐν τραγωδίᾳ Σοφοκλῆς [Phaedr. ,f. 622. F. T. G. p. 280 N.] οὐ γάρ ποτ’ ἂν γένοιτ’ ἂν ἀσφαλὴς πόλις, ἐν ᾗ τὰ μὲν δίκαια καὶ τὰ σώφρονα λάγδην πατεῖται, κωτίλος δ’ ἀνὴρ λαβὼν πανοῦργα χερσὶν ἔργα κηδεύοι πόλιν. ~EVφΩΔ μύρτωνα καὶ σχινοτρώκταν: τοὺς μαλακοὺς καὶ αἰσχροὺς οὕτως ἐκωμῴδουν· οὗτοι γὰρ σχῖνον καὶ μύρτα ἐλάμβανον τοῦ μὴ προχείρως ἐνασχημονεῖν. ~EVφΩΔ πολιάς*] πέπαικται τὸ πολιάς· εὐθεῖα γάρ ἐστιν, οἷον ἡ πολιάς τῆς πολιάδος. ~ΔE