Ancient Greek
Περὶ τῆς Περεγρίνου τελευτῆς.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 13.1
Not analysed yet
πεπείκασι γὰρ αὑτοὺς —τὸ μὲν ὅλον ἀθάνατοι* ἔσεσθαι] θνητὴν πρεσβεύοντος τὴν ψυχὴν οὐδεὶς ἡμῖν λόγος πρῶτον μὲν πρὸς ὅλην ἀνθρώπων πίστιν ἀντεξαγομένου, ὅση Ἑλλήνων, ὅση βαρβάρων· ἄλλως τε καὶ οὐδὲ θεμιτὸν ἴσως κτηνώδη ἄνθρωπον καὶ διὰ ταῦτα ἐμπαθέστατα διαβιοῦντα σωφροσύνης τὸ παράπαν ἀσπάζεσθαι δόγματα. λήρει τοιγαροῦν, λήρει, οὐδείς σοι φθόνος τῆς ἐμπληξίας, εἰ μή γε καὶ ὡς ἀναγώγῳ πάντῃ καὶ τούτων ἀτοπώτερα —εἴπερ ἄλλα —ἐπιδαψιλευσοίμεθα. τί γὰρ ἄν τις καὶ δρῴη κακὸν τῷ ὄντι ἀνθρώπιον καὶ λύσσης ἀκράτῳ κατεσχημένον πάθει καὶ πρὸς αὐτὴν ἀπομαχόμενον τὴν ἐνάργειαν; τί δ’ ἂν ἄλλο ἢ πρὸς αἴσθησιν, εἰ καὶ μὴ καὶ τούτου ἀποτυγχάνοιμεν, κατεπείγειν ἢ κολάσει καθυποβάλλειν, ἐπάν τις αἰσθήσεως ἄμοιρος ἀναφαίνοιτο; ~R ἔπεισεν αὐτούς, ὡς ἀδελφοὶ πάντες εἶεν ἀλλήλων] καί τι τοῦτο τῶν ἀπαισίων, ἐλεεινὲ ἄνθρωπε, μᾶλλον δὲ τίνα οὐχὶ προφαίνοντος τῆς φύσεως ἐπιγνωμοσύνην καὶ πρὸς τὸ συγγενὲς τὴν εὐκταιοτάτην συμπάθειαν. ἢ οὐ τῷ ὄντι καὶ ἀδελφοὶ πάντες ἄνθρωποι ἀλλήλων καὶ ἑνὸς αἰτίου ἐξηρτημένοι; εἴτε γὰρ τοῦ ὑλικοῦ, κοινὸν ἅπασι τὰ κοσμικὰ στοιχεῖα, ἐξ ὧν καὶ συνιστάμεθα, εἴτε τοῦ ὀργανικοῦ, μιᾶς ματρὸς ἐκγέγαμεν τᾶς φύσιος, ὡς οἱ σοὶ βούλονται θεολόγοι σύμφωνοι τῇ ἐναργείᾳ τῶν πραγμάτων. εἰ δὲ καὶ ποιητικὸν ζητοίης —εἰ μὴ σοὶ ὡς ἀθέῳ καὶ τοῦτο εἰς λῆρον καταλογίζοιτο —,εὑρήσεις κοινὸν ἁπάντων καὶ δημιουργὸν θεόν. καὶ τὰ μὲν ἀναντίρρητα πάντῃ, κἂν πάνυ διαρραγείης. σὺ γοῦν ἔοικας εἰς χλεύην τιθέμενος πάντα πρῶτον μὲν ὠμότητα μεταδιώκων καὶ θηριωδίαν καὶ τὸ φιλάλληλον προαναιρεῖν, ἵν’ ᾖ σοὶ βιοῦν ἀπανθρώπως πάσης μὲν ἐμπιπλαμένῳ ἀνοσίου ἀφροδίτης πάσης δὲ πλεονεξίας καὶ ἁρπαγῆς καὶ τῶν ἄλλων αἰσχίστων οὐδ’ ὅλως ἀπεχομένῳ. ~R ἐπειδὰν ἅπαξ παραβάντες θεοὺς μὲν τοὺς Ἑλληνικοὺς* ἀπαρνήσωνται] μιαρὰ κεφαλή, οὓς πρὸ βραχέος ἀετοὺς καὶ ταύρους καὶ χρυσοῦς θυσιῶν καὶ ὅρμων ἀξίους, ναὶ μὴν καὶ τὸν ἄλλον ὃν κατέχεας λῆρον περὶ τῶν Ἑλληνίων θεῶν, νῦν τοὺς τοιούτους οὐκ ἀξίους φῂς παραβάσεως; ~V θεοὺς* μὲν τοὺς Ἑλληνικοὺς ἀπαρνήσωνται] ἔτι θεοὺς ὀνομάζεις, οὓς ὀλίγον ἔμπροσθεν, ἓν γοῦν τοῦτο καλὸν ποιῶν, ἀρκούντως διέπαιξας; ~R τὸν δὲ ἀνεσκολοπισμένον* ἐκεῖνον σοφιστήν] Ἀρέθα. τί σοι μεταξὺ μωρολογίας παρεγκύκλημα τοῦτο κατείργασαι, ματαιότατε Λουκιανέ; πλήν, ὥς γε εἰκός, θείαις τῷ ὄντι ποιναῖς ἐλαυνόμενος, καὶ οἵαις καὶ ὅσαις καὶ οὗτοι, οὓς σέβῃ ἀλάστορας δαίμονας, ἐπειδὰν ἀνυπερβλήτῳ δυνάμει τοῦ δι’ ἡμᾶς ἄχρι τοῦ ἡμετέρου δι’ ἄφατον οἶκτον χωρήσαντος σώματος ἀναλλοιώτως υἱοῦ τοῦ θεοῦ καὶ θεοῦ τῆς πρὸς ἀνθρώπους ἀπηλαύνοντο ἐπηρείας, υἱὸν θεοῦ καὶ ἅγιον τοῦ Ἰσραὴλ ὡμολόγουν, παραπλησίως καὶ αὐτὸς μέγαν ἄνθρωπον ἀνεκήρυξας τοῦτον, ὃν παιδία †παραινοῖς, καὶ τοῦ ἐμβροντήτου σου στόματος κατετόλμησας. καὶ τοῦτο μὲν οὕτως καὶ χάρις οὐδεμία τοῖς λόγοις, ὅτι μηδὲ τοῖς πονηροῖς δαίμοσι τὴν ἀλήθειαν ἀπαγγέλλουσιν· ἐπιτιμῶνται γὰρ καὶ οὐκ ἐῶνται λαλεῖν· πῶς γὰρ τοῦ ψεύδους ἔγγονοι καθεστῶτες τὸ ἀληθὲς προάγειν συγχωρηθεῖεν; εἰ μή που καὶ βορβόρου τις ἐῴη τίμιον ἀπορρεῖν μύρον καὶ ἀπὸ σκότους αἴγλην φωτὸς προϊέναι. εἰς δὲ χλεύην ποιούμενος τὸ σωτήριον παντὶ πάθος ἀνεσκολοπίσθαι ὑβριστικῶς τῷ σεαυτοῦ λόγῳ τὸν δῆθεν σοὶ μέγαν ἄνθρωπον παρενείρας ἀκούοις ἂν οὐκ αὐτὸς μόνος, ἀλλ’ ὅσοι δὴ τῆς αὐτῆς σοι μανίας ἐντὸς τοῦ σώφρονος ἐκτραχηλιάζονται λογισμοῦ· γέλωτα καὶ μυκτηρισμὸν ποιῇ τὸν ὀλοθρεύσαντα σὲ σταυρὸν αὐτοῖς σεβάσμασι καὶ μακραῖς φλυαρίαις καὶ μιαροῖς ἔθεσιν. εἶτα τί φῄς; πότερον σταυρὸς καὶ πάθος ἑκούσιον γέλωτα ὀφλήσει τοῖς σώφροσιν ἢ γυναικῶν μεμηνυιῶν ἀφροδίσιον μανίαν ἀνασυρμοὶ καὶ ἀσχημοσύνης εἰς τὸ ὕπαιθρον δεῖγμα, ἃ καὶ ἡ φύσις αὐτὴ δημοσιεύειν ἐγκαλυψαμένη τόποις τοιούτοις εἰς τὸ ἀπόρρητον ἐγκαθίδρυσεν; ἢ οὐκ οἶσθα τὴν Βαυβὼ καὶ ὅσα σοι τὰ Ἐλευσῖνι μυστικὰ μᾶλλον δὲ μυσαρὰ ὑποβάλλει θεάματα; τί δ’ ἄν, εἰ λέγοιμι τῆς πολιούχου Κορίνθου τὰς αἰσχίστας καὶ ἐναγεῖς τελετάς, αἷς ἡ τοῦ θήλεος αἰδὼς καθυβρίζετο, ἢ τῆς ἐν Σάϊ τῶν Αἰγυπτίων ἀνεόρτου ἑορτῆς τὸ ὑπερβάλλον ἀκάθαρτον; καὶ ἐπειδὴ Αἴγυπτος τῷ λόγῳ παρήχθη, ἆρά σοι διᾶραι στόμα τολμᾶται τῷ κυνοπροσώπους θεοὺς ἐννοου μένῳ καὶ τοὺς αἰλούρους καὶ τὰς ἴβεις καὶ τοὺς σεμνοὺς κροκοδείλους καὶ τὸ πάντων ἀτοπώτερον τὰ κρόμμυα, ἃ εἰς θεοὺς ἀναφέρεται, καὶ ἐπὶ πᾶσι τὸν ὕπατον ὑμῶν Δία φόβῳ τοῦ ἐπαναστάντος ὀλέθρου εἰς κριὸν τὸ εἶδος ἀνταλλαξάμενον; βαβαί· ὁ τὸ πᾶν σοι τοῦ κράτους ἀποφερόμενος πατὴρ ἀνδρῶν τε θεῶν τέ κριοῦ διασῴζεται εἴδει καὶ βόσκημα αὑτῷ τὴν ἀπολύτρωσιν πραγματεύεται. σιγῶ τὴν Προμηθέως ἐπὶ Καυκάσῳ προσήλωσιν —οὐδὲ γὰρ τοῦ ἑκουσίου προσέχεται —,Σεμέλης τὸν κεραυνόν, Ἡφαίστου τοὺς ἐπὶ τῷ Ἄρει δεσμούς, οὗ ἡ μοιχεία κατήγορος, τἆλλά τε πάντα καὶ ἀτοπώτερα, ἵνα μὴ καθ’ ἕκαστον διεξιὼν χραίνω καὶ γλῶσσαν καὶ ἀκοὰς τοιούτοις σεβάσμασι προσανέχων, ἐπιτριπτότατε. ἀποφθάρηθι ἀφ’ ἡμῶν καὶ κατάδυθι λόγους προάγων ἀλλ’ ἐγγὺς ἀτοπωτάτως. ὁ μὲν γὰρ σταυρὸς ἀνδρείας σημεῖον καὶ ὅσον ἄρξασθαι καὶ τέλος τοῦ κόσμου παντὸς σωτήριον καὶ ἀνάκλησις καὶ τῆς καθ’ ὑμᾶς αἰσχρότητος ἀπαλλαγὴ καὶ καθαίρεσις, τὰ δὲ τῶν θεῶν ὑμῶν πάθη καὶ ἐκ παθῶν καὶ ἀκρασίας καὶ ταῦτα θεῶν ἐναρχόμενα καὶ πρὸς τὰ ὅμοια πάθη τοὺς τεθηπέναι ἀνεχομένους παρακαλοῦντα καὶ πρὸς τὴν ἄλογον βιοτὴν τοὺς ἀνθρώπους ὑποσπῶντα καὶ καταβάλλοντα. ~R κοινὰ ἡγοῦνται ἄνευ τινὸς ἀκριβοῦς* πίστεως τὰ τοιαῦτα παραδεξάμενοι] καὶ τίνος ἀκριβεστέρας δεήσεται πίστεως τὸ ἀφ’ ἑαυτοῦ τῇ ἐνεργείᾳ ἰσχῦον καὶ πᾶσαν ἀπόδειξιν κατόπιν ποιούμενον ἑαυτοῦ; ἢ οὐ καὶ σοὶ ἡ ἀκτησία καλὸν καὶ τοὺς μετιόντας αὐτὴν οὐ διὰ θαύματος ἄγεις; εἰ μή που, ὅπερ ἔστι, τῆς ἀνθρωπίνης ἐκβέβλησαι φύσεως. ~R