Ancient Greek
14 to 21
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 14-8-21
Not analysed yet
Παριανῶν*] Παριανός, ὡς ἔοικε, Περεγρῖνος ἀπὸ Πάρου τῆς νήσου. ~RV τοῦτο* ὡς ἤκουσε κτλ.] ἀπόλοιο, κατάρατε καὶ πάσης ἀρετῆς σκῶπτα καὶ διαβολεῦ. ~R χρόνον μέν τινα κτλ.] οὐκ αἰδῇ, ταλάντατε, τοῖς αὐτοῖς, οἷς καὶ αὐτὸς ἑάλως, τούτοις καὶ Περεγρῖνον διασύρων; ~R τῷ βασιλεῖ*] Βῆρον ἢ Μᾶρκον Ἀντωνῖνον οἶμαι λέγει. ~RV Μουσωνίῳ* κτλ.] Κυνικοὶ καὶ οὗτοι ἢ καὶ ἄλλως φιλόσοφοι ἐλέγχειν ἔργον πεποιημένοι. Ἐπίκτητον μὲν οὖν Στωικὸν οἶδα, Δίωνα δὲ τὸν Προυσαέα, ᾧ καὶ ἐπώνυμον ὁ Χρυσόστομος, ὅς καὶ λόγους ἐκδέδωκεν ἱκανῶς σπουδαίους τῷ ὄντι καὶ παντοίας ὠφελείας μεστούς. ~RCV πατραλοίας*] καὶ πῶς, εἰ πατραλοίας Περεγρῖνος, οὐκ ἀντενεκλήθη παρὰ τῶν Παριανῶν τὴν πατροκτονίαν, ἀπαιτουμένων τῶν διὰ τὴν πατροκτονίαν ὡς ἔφης [c. 15] ἀφειμένων τούτοις ἀγρῶν; ὁρᾷς, ὅπως εἰς πάντας συκοφαντεῖν ἑτοιμότατος παρεσκεύασαι, πάσης ἀρετῆς σκῶπτα καὶ διαβολεῦ. ~RV