Ancient Greek
Work 80_13
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 13.3
Not analysed yet
ἀπὸ τῆς πέλτης: πέλτη ὁ μικρὸς θυρεός. ~CMNS ἡ φοινικίς: ἱμάτιον ἐρυθρόν. τοιοῦτο δὲ ἐφόρουν οἱ τὸ Ἐνυάλιον διαθλοῦντες καὶ ὑποδήματα φοινικᾶ καὶ αὐτά. Λακώνων δὲ ἦν ἐπιτηδεύματα ταῦτα βουλομένων μηδὲν ἀποδειλιᾶν ἐν πολέμῳ τοὺς πληττομένους τῷ τοῦ αἵματος μολυσμῷ τὴν ψυχὴν θραυομένους, ἀλλ’ ἀνεπαισθήτως ἔχειν τοῦ γεγονότος, κλεπτομένης τῆς ὄψεως τοῦ ἐρυθήματος τῇ φοινικίδι διὰ τὴν ὁμόχροιαν. ~RCS σαρίσσῃ] σάρισσα Μακεδονικὸν ὅπλον, ὃ καὶ παλτόν φασι. τὸ δ’ αὐτὸ καὶ μέναυλον καλοῦσιν. ~MNS