Ancient Greek
14 to 17
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 14-6-17
Not analysed yet
μέλημα*] ⸤ἀντὶ τοῦ φρ⸥όντισμα, ⸤οἱονεὶ ὑπ⸥ὲρ οὗ πολλή ⸤μοι φρον⸥τίς ἐστι. ~⸤B⸥VSΩ ἡ λευκὴ ἔρια*] εἶδος ἐνδύματος λεπτοῦ. ~M Laur. 32, 13 πολυσχιδὲς τὸ νῦν στρικτόν. ἐμβάδες δὲ τὰ ὑφ’ ἡμῶν καλίγια, καὶ δῆλον ἀφ’ ὧν πίλοις αὐτὴν ἐπιπρέπειν τοῖς λευκοῖς, ὃ οὐκ ἂν ἐπὶ ἄλλου γένοιτ’ ἂν ὑποδήματος. ~BCVSΩ ὁ λῆρος κτλ.] δριμέως ἄγαν ὁ βωμολόχος καὶ γόης τῷ λόγῳ καθίκετο τῶν θαυμασίων ἀνδρῶν εἰς τὸ ἐναντίον τὴν ἑκάστου λοιδορησάμενος ἀρετήν· τοῦ μὲν γὰρ τὸ ἐπιμελὲς ἄγαν καὶ ὕπτιον λῆρον ἐκάλεσε, τοῦ δὲ τὸ γοργὸν καὶ πυκνὸν εἰς τὸ ἄχαρι ἀπέσκωψε, τοῦ δὲ τὸ ἄφετόν τε καὶ ἐλευθέριον καὶ κατὰ πᾶσαν ἰδέαν εὐμεταχείριστον εἰς ψυχρολογίαν διέβαλεν. ~BVSΩ