Ancient Greek
Ῥητόρων διάσκαλος.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 18-6
Not analysed yet
Μαραθὼν* κτλ.] ταῦτα πάντα παρ’ Ἡροδότῳ [6, 111sq.] ἱστόρηται, ἡ ἐν Μαραθῶνι τῶν Περσῶν μάχη, Περσῶν μὲν Δάτιδος ἡγουμένου, Ἀθηναίων δὲ Μιλτιάδου, ἐν ᾗ ὁ Καλλίμαχος πολεμῶν καὶ τὴν κεφαλὴν ἀφαιρεθεὶς ἐπὶ πολὺ νεκρὸς εἱστήκει, ὑπὸ τῆς περὶ τὸν πόλεμον προθυμίας οὐδὲ τί πάθοι αἰσθόμενος. ~VBCSΩ Ἄθως κτλ.] ἡ Ἑλλησπόντου ὑπὸ Ξέρξου γεφύρωσις καὶ ἡ τοῦ Ἄθω διόρυξις, ἵν’ ἡ θάλασσα εἰσρυεῖσα πλωτὸν ἀπεργγάσαιτο τὸν ἰσθμὸν τοῖς Ξέρξου σκάφεσιν, καὶ ὅσα ἄλλα ἱστόρηται Ἡροδότῳ. ~BCVSΩ