Ancient Greek
Ζεὺς τραγῳδός.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 15-3
Not analysed yet
ὀλιγώρως*] καταφρονητικῶς. ~ΓVΟΩ Καφηρέα*] ἀκρωτήριον τῆς Εὐβοίας. ~ΓVΟΩ —]ἔχει μὲν ἰδίως καὶ Εὔβοια πρὸς τῇ ἔξω θαλάσσῃ Καφηρέα. Καφηρεὺς δὲ λέγεται τόπος θαλάττης πρὸς τοῖς αἰγιαλοῖς τραχὺς καὶ τεναγώδης σκοπέλοις διειλημμένος καὶ ἕρμασι καὶ τὰ πρὸς ἀπόβασιν ἀπορώτατος ἅτε κρημνοῖς περιστοιχιζόμενος καὶ πρὸς τοῖς ἄλλοις κακοῖς ἔτι καὶ διηνεκέσι τοῖς ἀνέμοις καταπνεόμενος, ὡς ὁ παρ’ Ὁμήρῳ [Β 396] προβλὴς σκόπελος, τὸν οὔποτε κύματα λείπει παντοίων ἀνέμων Καφηρεὺς ὢν καὶ αὐτός. καὶ ἴσως εἴρηται Καφηρεὺς ἀπὸ τοῦ καταπνεῖσθαι ἀνενδότως· κάπος γὰρ τὸ πνεῦμα, ἀφ’ οὗ καὶ Ὅμηρος [Η 313] Αἴαντ’ εἰς Ἀγαμέμνονα δῖον ἄγει κεκαφηότα νίκῃ, οἱονεὶ πνευστιῶντα ἤτοι τῷ τοῦ πολεμικοῦ ἀγῶνος καμάτῳ ἢ τῇ ἀγερωχίᾳ τῆς νίκης, τῆς χαρᾶς αὐτῷ τοὺς ἀναπνευστικοὺς πόρους κατευρυνάσης καὶ πέρα τοῦ συνήθους ἐπισπᾶσθαι τὸ πνεῦμα κατεπειγούσης· παρ’ ὃ δὴ καί τινες ἔλαθον τελείως ἐκπεπνευκότες μὴ δυνηθέντες τοσοῦτον τὸ ἔκτοθεν ἐπισπάσασθαι πνεῦμα, ὅσον ἐξήρκεσε τὴν ἀπὸ τῆς χαρᾶς εὐρυχωρίαν πληρῶσαι. ~VΔ. Addit V: ἢ ὅτι συναπέρχεται τῇ εὐρύτητι τοῦ συμπτώματος πᾶν τὸ ψυχικὸν πνεῦμα ὡς ἀπό τινος παρὰ λόγον ἐκραγέντος στόματος ἀμέτρως ἐκχεόμενον. ~Κεραμεικῷ*] δύο ἦσαν Κεραμεικοὶ παρ’ Ἀθηναίοις, ὁ μὲν ἐν τῇ πόλει, ὁ δὲ ἔξω τῆς πόλεως. ἐνταῦθα οὖν τὸν ἐν τῇ πόλει λέγει τόπον. ~ΓCVΟΩΔ τὴν μικρολογίαν*] τὴν κνιπότητα. ~ΓCVΟΩ κορυζῶντα*] ὑπὸ τοῦ γήρως μύξας ἐκχέοντα· κόρυζαι γὰρ αἱ μύξαι. ~ΓVΟΩΔ ἑρμάτων*] ὑφάλων πετρῶν. ~ΓVΟΩ