Ancient Greek
Ζεὺς τραγῳδός.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 16-3
Not analysed yet
Ποικίλην*] Ποικίλη στοὰ ἦν παρ’ Ἀθηναίοις· ἐκαλεῖτο δ’ οὖν οὕτως ἐκ τῆς ποικίλης ἐν αὐτῇ ζωγραφίας. ~ΓVΟΩΔ διατεινομένους*] ἀμφισβητοῦντας. ~ΓVΟΩΔ τὸν πώγωνα ἐπισπασάμενος*] ἐπισύρας, χαλάσας. ~ΓVΟΩΔ Ἐπικούρειον*] Ἐπικούρειοι καὶ Στωικοὶ δύο γένη φιλοσόφων. τούτων οἱ μὲν Ἐπικούρειοι ἄνευ προνοίας ἔλεγον διοικεῖσθαι τὰ πράγματα, οἱ δὲ Στωικοὶ ὑπὸ προνοίας. ~ΓVΟΩΔ τὸν ἐπίτριπτον*] τὸν ἄξιον τοῦ ἐπιτριβῆναι, τουτέστι πληγῆναι. ~ΓCVΟΩΔ σαρδάνιον*] σαρδώνιος γέλως λέγεται ὁ ἐν ὑποκρίσει γινόμενος. ~ΓVΟΩΔ