Ancient Greek
Πλοῖον ἢ Εὐχαί.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 15-8
Not analysed yet
ἐς Αἴγιναν* κτλ.] ἑορτὴ ἐν Αἰγίνῃ. ~V ὑπερμαζᾷς* κτλ.] λέγεται τοῦτο ἐπὶ τῶν ἀπὸ τῆς ἄγαν πενίας ἀρξαμένων πλουτεῖν, ἔπειτα σοβαρόν τι τοῖς συνήθεσι τέως ἐνορώντων καὶ ὑπεροπτικῶν· ὅθεν καὶ ὑπερμαζᾶν λέγεται ὡς μὴ πλέον μάζης πρὸ τοῦ εὐπορηκότων. ταύτῃ καὶ τὸ ἐπιφερόμενον ἔταξε λόγιον καὶ αὐτὸ ἐπὶ τῶν κούφως φερομένων καὶ ἀλαζόνων, φημὶ τὸ μὴ εἰς τὸν κόλπον πτύειν, οὓς καὶ διὰ τοῦτο ἡ συνήθεια μακροπτύστας σκωπτικῶς ὀνομάζει. ~VC