Ancient Greek
19 to 45
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 19-15-45
Not analysed yet
νεκρόν τι ἄλλο παιδίον*] Μελικέρτην φησὶ τὸν τῆς Ἰνοῦς παῖδα, ἐπιδιώκοντος τοῦ Ἀθάμαντος αὐτήν. ~VΓ Σισύφιόν* τι βάρος] τὸν γὰρ Σίσυφον πέτρον ἐν Ἅιδου ἀνοχλίζειν ὁ μῦθος ποιεῖ. ~ΔV τάριχος μὲν ἐξ Ἰβηρίας*] τῆς κάτω Ἰβηρίας τῆς πρὸς τὰ Γάδειρα λέγει —πολλὰ γὰρ ἐκεῖθεν ἰχθυηρὰ ταρίχη ἐκομίζετο —ἰχθύας φερούσης οὐ κατὰ τὴν ἄλλην θάλασσαν ἀλλὰ πολλῷ καὶ τῷ μεγέθει καὶ τῷ λίπει τοὺς ἄλλους παρευδοκιμοῦντας. ~ΔV οἶνος* δὲ ἐξ Ἰταλίας] ὃν Φάλερνόν φασι. ~V ἀπομεμαγμένην κτλ.] σημείωσαι. ὡραῖον. ~ΓV ἐφίππιον*] τὴν ἀστράβην φησὶν ἤτοι τὴν ἐφεστρίδα, ἢν νῦν σέλλαν φασί. ~VCφΔ Ἀντίπατρόν* τινα ἐπὶ τῆς Ἑλλάδος ἔασον] Ἀλεξάνδρου τοῦτο τῆς ἱστορίας· κἀκεῖνος γὰρ περαιούμενος τὸν Ἑλλήσποντον ἐπὶ τῆς Εὐρώπης Ἀντίπατρον ἀντ’ αὐτοῦ καταλείπει. ~VφΔ ἐξστάδιος*] ἓξ σταδίων· εἴρητο [c. 16] γὰρ ἤδη αὐτοῖς, ὁπόσων σταδίων ἐπέχοι ἂν ἀφηγουμένους ἡ κενὴ μακαρία. ~VΔ δειπνῆσαι ἐν Ἰταλίᾳ κτλ.] ὡραῖον. ~Γ παρακεκινηκότα* τὴν γνώμην] οἷον μωραίνοντα. ~V τὴν ἀριστερὰν* πεφορτισμένος] ἐπὶ τῆς ἀριστερᾶς δακτυλιδιοφοροῦσι. ~VΔ