Ancient Greek
Κατάπλους ἢ Τύραννος.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 16
Not analysed yet
ἡ κνῖσα*] ὁ καπνός. ~ΓV ἀπέκναιέ με*] ἐφόνευέ με. ~ΓVΩΔ —]ἀντὶ τοῦ νωθρότερόν με ἐς τὸ ζῆν διετίθει. ἢ ὅτι τρόπον τινὰ ἐκέντει καὶ ἤμυσσεν καὶ πονηρῶς ἔχειν ἐποίει. ἢ ἀντὶ τοῦ ἀπώλλυεν ἢ διέφθειρεν· οὕτω γὰρ Πλάτων [Reip. III 406 B] χρῆται τῷ ῥήματι τούτῳ. ~V ὅλῳ πήχει* βασιλικῷ] ἀντὶ τοῦ μέτρῳ μεγάλῳ. ὁ γὰρ βασιλικὸς πῆχυς ἔχει ὑπὲρ τὸν ἰδιωτικὸν καὶ κοινὸν τρεῖς δακτύλους. ~ΓVφΟΩΔ ἐξυπτιάζων*] ἀντὶ τοῦ τείνων τὸν τράχηλον καὶ τὸ στῆθος προβαλλόμενος ἅμα καὶ τοὺς ἰδίους ὤμους περισκοπούμενος, ὅ ἐστι γαυριῶν καὶ ὑπερηφάνως περιπατῶν. ~ΓCVφΟΩΔ ἐτέθηπειν*] ἐθαύμαζον. ~ΓV τῶν ἐν τῇ Λακωνικῇ θαλάττῃ κοχλίδων] σημείωσαι, ὅτι ἡ Λακωνικὴ κόχλος τῶν ἄλλων εὐδοκιμωτέρα. ἢ ὅτι ἐκεῖ πρῶτον παρὰ τῆς κυνὸς εὕρηται τὸ ἐπιτήδευμα τοῦτο. ~CVφΩΔ