Ancient Greek
Κατάπλους ἢ Τύραννος.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 15-2
Not analysed yet
οὐ συνοικίαν: τὰ νῦν ἐνοικικὰ λεγόμενα. ~CVφΟΩΔ εὔζωνος*] ὁ ταχὺ καὶ ὀξέως βαδίζων. ~ΓVφΟΩδ κρηπῖδα*] ὑπόδημα. ~ΓVΔ εὐθὺς κτλ. *]ἔοικεν ἀπό γε τῶν παρόντων ἐξαίφνης Μίκυλλος ἀποθανεῖν. ~Δ μελαντηρίαν*] τὸ τῶν καλιγαρίων μέλαν. ~Γ ἐς τὸ πρόσω*] τουτέστιν οὐχ ὥσπερ οἱ πλούσιοι εἰς τὰ ὀπίσω ἐθεώρουν ὡς ἐπιθυμῶν τοῦ φωτός. ~VΓΟΩΔ κατόπιν] ὄπισθεν. ~Γ τὸ δὲ μέγιστον*] τὸ ἰσχυρότερον. ~Δ ἐς τὸ ἔμπαλιν*] τουτέστιν ἐναντία τοῖς γινομένοις ἐν τῇ ζωῇ. ~VΓΟΩΔ