Ancient Greek
Συμπόσιον ἢ Λαπίθαι.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 17-2
Not analysed yet
σὺν δ’ ἔβαλον ῥινούς*] καὶ μὴν Ὁμήρου ταῦτα [Δ 447] ἀλλ’ οὐ Πινδάρου καὶ Ἡσιόδου καὶ Ἀνακρέοντος. ~Δ ἀνάπαιστα* συγκροτῶν] διὰ τοῦ κροτεῖν τὰς χεῖρας εὐρύθμως. ἀνάπαιστα* δὲ κοινῶς μὲν τὰ ἐν ταῖς παραβάσεσι τῶν χορῶν ᾄσματα, ἰδίως δὲ τὰ τῷ ῥυθμῷ κεχρημένα τούτῳ. παράβασις δέ ἐστι λύσις χοροῦ σκηνικοῦ τοῦ κυκλικοῦ σχήματος καὶ κατὰ παράλληλον θέσιν στάσις τῶν χορευόντων, ὅταν καὶ εἰς τὸ θέατρον ἀποβλέποντες οἱ χορευταὶ ἔλεγόν τινα. |~ΓVΟΩΔ