Ancient Greek
13 to 16
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 13-16
Not analysed yet
κἂν* ὀρθοστάδην] ἀντὶ τοῦ καὶ ὀρθοστάδην ἄν. ~V τηλικαῦται κτλ.] σημείωσαι. ~Γ2V Φόλῳ*] Φόλος ἐγένετο τῶν Κενταύρων εἷς, παρ’ ᾧ ἐξενοδοχήθη Ἡρακλῆς. ~ΓVΜΩΔ περιεσοβεῖτο*] ἐκινεῖτο, περιεφέρετο. ~VΜΩΔ ἐν τοσούτῳ*] ἀντὶ τοῦ μεταξὺ τούτων ἢ ἀντὶ τοῦ ὡς ὅτε ταῦτα ἐγίνετο. ~VΜΩΔ ὀρεωκόμον*] τὸν ἐπιμελούμενον τῶν ἡμιόνων. ~ΓVΜΟΩΔ σιωπὴν κτλ.] ὡραῖον. ~Γ2V προπίνω] σκόπει τὴν σύνταξιν προπίνω σοι Ἡρακλέους ἀρχηγέτου, ὃ νῦν ἀγροικικῶς φασιν εἰς τὴν πρεσβείαν τοῦδε ἢ τὴν ὑγίειαν. δεῖ γὰρ λέγειν προπίνω σοι τῆς σῆς ὑγιείας ἢ προπίνω σοι βασιλέως μεγάλου ἢ προπίνω σοι Μαρίας τῆς θεοτόκου καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. ~CVΜΟΩΔ