Ancient Greek
17 to 19
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 17-4-19
Not analysed yet
Τιτυούς*] ὁ Τιτυὸς ἠθέλησε βιάσασθαι τὴν Λητώ, γυναῖκα οὖσαν τοῦ Διός, μητέρα δὲ Ἀπόλλωνος καὶ Ἀρτέμιδος, καὶ διὰ τοῦτο κολάζεται ἐν τῷ Ἅιδῃ· αὐτοῦ γὰρ ἐν τῷ ἐδάφει ἐξηπλωμένου παρακαθήμενοι οἱ γῦπες τὸ ἧπαρ αὐτοῦ κατεσθίουσιν. ~ΓVΟΩΔ κἀκεῖνον* ἐρωτᾷς] ἀντὶ τοῦ δι’ ἐκεῖνον. ~ΓVΟΔ ἀγαπήσομεν*] ἀρκεσθησόμεθα. ~ΓVΔ