Ancient Greek
Ἀνάχαρσις ἢ Περὶ γυμνασίων.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 17-9
Not analysed yet
ὅπως* κτλ.] ἐλλειπὴς ἡ φράσις τοῦ συμπερικλείοντος προστακτικοῦ ῥήματος καὶ συνήθης Ἀθηναίοις, οἷον ὡς ἐπὶ τούτου ἀλλ’ ὅπως μοι μηδὲν δυσχερῶς ἀκούσῃ· προσυπακούεται γὰρ τὸ μέμνησο. οὕτως οὖν καὶ ἐνταῦθα ἐλλειπτικῶς πρόεισιν ὁ λόγος καὶ ὅπως μὴ καθάπερ νόμοις προσέξεις οἷς ἂν λέγω πρὸς σέ, ὡς ἐξ ἅπαντος πιστεύειν αὐτοῖς, ἀλλ’ ἔνθα ἄν σοι μὴ ὀρθῶς τι λέγεσθαι δοκῇ, ἀντιλέγειν εὐθὺς καὶ διευθύνειν τὸν λόγον. λείπει γὰρ τὸ σκόπει, ἵν’ ιἦ τὸ τέλειον οὕτως ἀλλ’ ἔνθα ἄν σοι μὴ ὀρθῶς τι λέγεσθαι δοκῇ, σκόπει ἀντιλέγειν εὐθὺς καὶ διευθύνειν τὸν λόγον. ἀναλαβὼν δ’ οὖν ἄνωθεν τὸν λόγον ἀπὸ τοῦ καὶ ὅπως μὴ καθάπερ νόμοις προσέξεις καὶ ὅλον ἐπελθὼν εἴσῃ σαφέστερον τὸ λεγόμενον, ὅτι οὕτως χρὴ ἐλλειπῶς ἔχοντα τοῦτον νοεῖν καὶ οὕτως τοῦ ἐλλειποῦς ἀναπληρούμενον. ~EVΦUΩ