Ancient Greek
Ἀνάχαρσις ἢ Περὶ γυμνασίων.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 19-11
Not analysed yet
φόνου κτλ.] ὅτι ἡ ἐν Ἀρείῳ πάγῳ βουλὴ φόνου ἐδίκαζεν ἢ τραύματος ἐκ προνοίας ἢ πυρκαϊᾶς. εἰ δὲ Παῦλον τὸν θεῖον μηδὲν τούτων πεποιηκότα ἐκεῖ Ἀθηναῖοι ἀνῆγον, οὐ χρὴ θαυμάζειν ἢ διαπορεῖν· καινότητα γὰρ εἰσηγούμενον δόγματος τίνι ἂν ἄλλῳ ὑπόδικον καθίστων ἢ τοῖς ἐπισκέπτεσθαι δυναμένοις ἤθει τε σεμνῷ καὶ λόγων περιουσίᾳ, οἷοι τοῦ κριτηρίου τούτου προὐκάθηντο ἐκ Στωικῶν τὰ μάλιστα συγκεκροτημένοι, οἷς ἡ περιττότης τοῦ λέγειν παρ’ Ἕλλησι προσμαρτυρεῖται; ~E