Ancient Greek
Ἰκαρομένιππος ὑπερνέφελος.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 18-4
Not analysed yet
Σικυώνιον*] Σικυὼν πόλις ἐστὶ πλησίον Κορίνθου. ~ΓVφΩΔ Μαραθῶνος*] ὅλοι οὗτοι τόποι εἰσὶ τῆς Ἀττικῆς. ~Γ Οἰνόην*] ἡ Οἰνόη περὶ Μαραθῶνα. ~ΔVφΩ. Addunt VφΩ :Ἀχαρνῆσι δὲ ὡς Ἀθήνησιν· καὶ γὰρ Ἀχαρναὶ ὡς Ἀθῆναι. ~Κυνοσουρίαν] ἠμφισβήτουν ἀλλήλοις Λακεδαιμόνιοι καὶ Ἀργεῖοι καὶ ἔδοξεν ὡς τετρακοσίους ἀφ’ ἑκατέρου πλευροῦ μάχεσθαι καὶ τοῦ νικῶντος εἶναι τὴν χώραν. μαχομένων δὲ αὐτῶν πλὴν τριῶν, δύο Ἀργείων καὶ ἑνὸς Λακεδαιμονίου, πάντες ἀπώλοντο. ~ΓCVφΩΔ . Addunt CVφΩΔ εἶτα δοξάντων Ἀργείων νενικηκέναι καὶ διὰ τοῦτο ἀνακεχωρηκότων ὁ Λακεδαιμόνιος ἐπὶ χώρας μείνας τὸ νενικηκέναι ἐκρίθη, Ἀργείων ὡς φυγόντων κατακριθέντων. ~φακοῦ*] φακὸς ὁ ὠμός, φακῆ δὲ ἡ ἑψηθεῖσα. ~ΓVφΩΔ τὸ Πάγγαιον ὄρος περὶ Φιλίππους ἐστὶ τῆς Μακεδονίας χρυσοῦ μέταλλα ἔχον. ~CVφΔ