Ancient Greek
Ἰκαρομένιππος ὑπερνέφελος.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 19-6
Not analysed yet
θεῖ*] τρέχει. ~Γ ταῖς μυρμηκιαῖς*] τοῖς τῶν μυρμήκων τόποις. ~ΓVΔ Μυρμιδόνας*] ὁ Αἰακὸς τοῦ Διὸς ἦν υἱὸς καὶ ἐβασίλευσεν. λέγεται οὖν, ὅτι θεωρῶν τὴν αὑτοῦ χώραν ὀλίγανδρον οὖσαν ηὔξατο τῷ Διί· ὁ δὲ τοὺς μύρμηκας ἀνθρώπους ἐποίησε καὶ διὰ τοῦτο Μυρμιδόνες κέκληνται. ~ΓVφΩΔ αἰγιόχοιο* Διός] λέγεται ὁ Ζεὺς ὑπὸ αἰγὸς τραφῆναι καὶ διὰ τοῦτο δέρμα τῆς αἰγὸς ἀντὶ ἀσπίδος βαστάζει. αἰγίοχος οὖν ὁ αἰγίδα κατέχων. ~ΓV