Ancient Greek
Λεξιφάνης.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 18-7
Not analysed yet
Σώπολιν* —ἡμιμανεῖς καὶ κορυζῶντας ἀπήλλαξεν ἐγχέας φάρμακον] εἴθε καὶ νῦν τουτονὶ Σώπολιν εἴχομεν· οὐ γὰρ ἂν ἡμιμανεῖς καὶ κορυζῶντας —μικρὸν γὰρ τοῦτό γε —ἀλλ’ ἀποπλήκτους καὶ λεμφώδεις ὅλους τοῦτο μὲν περὶ μεταχείρισιν λόγων τοῦτο δὲ περὶ τὴν τῶν πολιτικῶν πραγμάτων διάθεσιν ἰάσατο ἄν, εἰ καὶ χαλεπῷ καὶ δυσμεταχειρίστῳ ὅσα γε τὰ τῆς παρούσης σκαιότητος ἐπεβάλετο ἄν. ποῦ γὰρ ἂν τοσούτου εὐπόρησεν ἐλλεβόρου; τίνων Οἰταίων ὀρέων, τίνων Ἀντικύρας ὀροπεδίων ἐπιδαψιλευομένων τὴν χορηγίαν; καὶ τὸ δὴ χαλεπώτερον τίνας καὶ πέπεικεν ἂν παρασχεῖν ἑαυτοὺς περιοδευθησομένους; οὕτως ἁπάντων κατακόρως κακοδαιμονούντων, ὡς μὴ ἄν τινα τούτων ἑαυτὸν τῶν ἀπ’ αἰῶνος εἰς σύνεσιν ὑμνουμένων οὐχ ὅπως ἐνάμιλλον οἴεσθαι φανῆναι ἀλλ’ οὐδὲ ἐγγὺς τούτῳ γενέσθαι, τὸ τοῦ Ὁμήρου [Δ 405] ἴσως ἐξ ἀμαθίας ἄγαν μεθύουσιν ἀνὰ στόμα περιφερόμενον ἡμεῖς πατέρων μέγ’ ἀμείνονες εὐχόμεθ’ εἶναι, εἰ καὶ ἀληθὲς μέν, κατὰ τὸ χείριστον δέ. ~ΔE