Ancient Greek
Λεξιφάνης.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 19-14
Not analysed yet
κατὰ τὸν Μνησάρχου* κτλ.] τὸν Πυθαγόραν λέγει διὰ τὴν πενταετῆ σιωπήν. ἐπίτηδες δὲ τὴν Ἀθηνᾶν ἀντὶ τοῦ αἰδεσιμωτάτην ἀναίσχυντον εἶπε διαβάλλων τὴν τῶν λέξεων πλάσιν καὶ θηριομάχον τὸν Ἡρακλέα πάλιν, ὃ ἐπὶ τῶν κατακρίτων ἡ συνήθεια οἶδεν. ὀττεύομαι δὲ ἀντὶ τοῦ ἐπείγομαι· καὶ τοῦτο δὲ διαβάλλων τέθεικε τὸν χρησάμενον· τὸ γὰρ ὀττεύεσθαι ἐπὶ τοῦ ἀπὸ θεοῦ κινουμένου ἤτοι προφητεύοντος κεῖται. ῥιναυστήσειν δὲ ἀντὶ τοῦ ταῖς ῥισὶ καταυλῆσαι· ἐποίουν γὰρ τοῦτο ῥιναυλοῦντες ἤτοι διὰ τῶν ῥινῶν ψοφοῦντες ἐπὶ διασυρμῷ τινων καὶ χλεύῃ. ἀκάθαρτον δὲ ἀντὶ τοῦ ἐπίσχεσιν τῶν καταμηνίων πάσχουσαν. ~VΕφΩΔ