Ancient Greek
Ἀναβιοῦντες ἢ Ἁλιεύς.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 19-10
Not analysed yet
Σολέας* κτλ.] ⸤ὅτι Σολεὺς Ἄρατος ὣν Ἑλληνικῇ παιδείᾳ τοσοῦτον διήνεγκεν, ὥστε τὰ Φαινόμενα Ἑλλάδι φωνῇ γράψας ἐθαυμάσθη. καὶ Ζήνων δὲ ὁ τῆς Στοᾶς κοσμήτωρ τε καὶ καθηγητὴς ἐκ Κιτίου⸥ τῆς Κύπρου ὡρμᾶτο. καὶ δὴ καὶ Κράντωρ καὶ Χρύσιππος ἄμφω Σολεῖς οὐκ ἄσημοι κατὰ φιλοσοφίαν καὶ μάλιστα Χρύσιππος. ἀμέλει δὴ καὶ Ἀριστοτέλης Σταγειρίτης καὶ Δημόκριτος καὶ Πρωταγόρας Ἀβδηρῖται, ἀλλ’ οὐ δήπου ξενίας διώκονται, ὅτι μὴ ἐκ μέσης, φασίν, Ἑλλάδος ἰθαγενεῖς ὄντες εὑρίσκονται, θαυμάζονται δὲ μᾶλλον. ~⸤B⸥Cφ Ω. Addit B: ὡς σχεδὸν Ἕλληνας παρευδοκιμηκότες τῇ περὶ λόγους ἀσκήσει τε καὶ μεταχειρίσει. ~