Ancient Greek
Ἀναβιοῦντες ἢ Ἁλιεύς.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 20-8
Not analysed yet
εὖ λέγεις κτλ.] ὡραῖον. ~Γ μία*] τῶν ἐναντίων ἤτοι τῶν ἀντικειμένων τὴν αὐτὴν ἐπιστήμην φασίν· ὁ γὰρ τὸ δεξιὸν ὡς δεξιὸν ἐπιστάμενος πολὺ πρότερον ἐπίσταται τὸ ἀριστερὸν καὶ ὁ τὸ νοσερὸν ὡς νοσερὸν εἰδὼς οἶδε ⸤καὶ τὸ ὑγιεινόν⸥· ὡσαύτως ἐπὶ γενέσεως ⸤καὶ φθορᾶς⸥, μειώσεως καὶ αὐξήσεως ⸤καὶ τῶν παραπλη⸥σίων, ἃ ὑπὸ τὰ ἀντικε⸤ίμενα τελεῖ⸥. τοῦτ’ οὖν φησι πρὸς τὸν Παρρ⸤ησιάδην⸥ νῦν διατεινόμενον ἀπο⸤ μαθεῖν⸥ τἀναντία τῷ μισεῖν ⸤καὶ τὴν κα⸥τ’ αὐτὰ τέχνην, ὡς οὐκ ἔστι το⸤ ῦτο⸥, ἐπεὶ τῶν ἀντικειμένων ἡ αὐ⸤ τὴ γνῶσις⸥. ~⸤B⸥φUΩ