Ancient Greek
Δὶς κατηγορούμενος.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 2-11
Not analysed yet
βλακεύωσιν*] ἀντὶ τοῦ μετὰ ἀργίας διαμέλλοντες τῶν ἔργων ἅπτωνται· τὸ γὰρ βλακεύειν ἐπὶ τῶν μετὰ θρύψεώς τι ἐπιτελούντων λέγεται. ~VφUΩ Νεμέᾳ*] Νεμέα ἐστὶ τόπος ἐν τῇ Κορίνθῳ παρὰ τὸν Τρητὸν λεγόμενον, οὗ Ἡρακλῆς τὸν λέοντα φονεύσας τὰ Νέμεα ἐπιτελεῖσθαι κατήρξατο. ἐν ταύτῃ τῇ Νεμέᾳ πρὸ τοῦ Ἡρακλῆ τὸν λέοντα κατεργάσασθαι οἱ βουκόλοι ἀγρυπνότατοι καὶ φιλοπράγμονες ἦσαν φόβῳ τοῦ μή τι παθεῖν ὑπὸ τοῦ λέοντος τὰ βουκόλια. ~VCΦUΩ μερμηρίζω*] μεριμνῶ. ~Γ