Ancient Greek
3 to 8
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 3-11-8
Not analysed yet
ἑώλους* δίκας] ἕωλός ἐστιν ὁ χθεσινὸς ἄρτος ὁ μὴ δαπανώμενος τῇ πρώτῃ ἡμέρᾳ. ἑώλους οὖν δίκας λέγει τὰς φυλαττομένας. ~ΓVΦ εὐρῶτος*] σήψεως. ~ΓV καὶ μάλιστα ὁπόσαι ταῖς ἐπιστήμαις* κτλ.] καὶ μάλιστα ὅσαι εἰσὶ παρὰ τῶν τεχνῶν, οἷον ὅτι γραμματικὴ κρείττων ἰατρικῆς ἢ ῥητορικὴ γραμματικῆς. ~ΓVUΩ ὑπερημέρους*] παραβαινούσας τὴν προθεσμίαν, τουτέστι διασυρούσας. ~ΓVΦUΩ ἐφέντι*] ἔκκλητον δεδωκότι. ~ΓVUΩ ἐξ ὑπαρχῆς*] ἄνωθεν. ~ΓVUΩ σεμνὰς θεάς: τὰς Ἐρινύας· τούτων γὰρ τὸ ἱερὸν πλησίον τοῦ Ἀρείου πάγου. ~ΓVφUΩ ὁ τοῦ Σωφρονίσκου*] τὸν Σωκράτην λέγει. ~VΩ ἀλεκτρυόνα*] ὁ γὰρ Πλάτων ἐν τῷ Φαίδωνι [118 Α] τὸν θάνατον Σωκράτους διηγούμενος εἰσάγει αὐτὸν ἐν τῷ μέλλειν τελευτᾶν ἐπιτρέποντα τυθῆναι τῷ Ἀσκληπιῷ τὸν ἀλεκτρυόνα, ὅν συνετάξατο. ~ΓVΦU μεστοὶ δὲ οἱ περίπατοι κτλ.] ὡραῖον. ~Γ δεδίττονται*] ταράττουσιν. ~ΓV προσποιεῖσθαι*] ἰδιοποιεῖσθαι. ~ΓVΩ προεπεξενῶσθαι*] ἀπὸ πολλοῦ ξενοδοχηθῆναι. ~ΓVΩ ὅτι τὸ ἐκλελῆσθαι αἰτιατικῇ συντάττεται. ~CVφΩ δευσοποιόν*] τὸ ἀνέκπλυτον βάμμα. ~ΓVΦΩ