Ancient Greek
2 to 37
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 2-16-37
Not analysed yet
κωμῳδίας ἅπερ κτλ.] σημείωσαι. ~Γ μὴ ὥραισιν*] Ἀττικὸν τοῦτο καὶ σόλοικον δοκοῦν· ὤφειλε γὰρ μὴ ὥρας’ εἶναι, αἰτιατική· σημαίνει δὲ τὸ μὴ εἰς τοὐπιὸν φθάσαι. νῦν δὲ ἡ Ἀττικὴ συνήθεια δοτικῇ κέχρηται παραλόγως, ὡς καὶ ἐπὶ τοῦ ἄμφω τὼ χεῖρε καὶ τοῖν χεροῖν θηλυκοῖς ὀνόμασιν ἀρσενικὰ ἄρθρα προσνέμουσα. ~ECRVφUΩ Ῥέαν] Ῥέα πρώτη ὄρχησιν ἐπετήδευσεν. ~ER μετὰ δὲ Κρητῶν οἱ κτλ.] μετὰ Ῥέαν Κρῆτες. ~ER Νεοπτόλεμον κτλ.] Νεοπτόλεμος Ἀχιλλέως παῖς. ~ER ἀπὸ γὰρ χάους —c. 50 Ἡρακλέους πάλην] σημείωσαι ἱστορίας διαφόρους. ~V