Ancient Greek
Περὶ ὀρχήσεως.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 38-2
Not analysed yet
Δήλου* πλάνην κτλ.] φασὶ γὰρ τὴν Δῆλον τὴν νῆσον πρὸ τοῦ τὸν Ἀπόλλωνα ὑπὸ Αητοῦς γεννηθῆναι πλανᾶσθαι κατὰ τὸ Αἰγαῖον πέλαγος Ἀστερίαν καλουμένην περὶ τὰς Κυκλάδας νήσους ἄλλοτε ἀλλαχοῦ νέουσαν. Λητὼ δὲ ὑποδεξαμένη καὶ ἐπὶ τῷ τόκῳ ξενίσασα —οὐδὲν γὰρ αὐτὴν μέρος γῆς ἐπίτεκα οὖσαν ὑπεδέχετο δι’ ὀργὴν καὶ ἀπειλὴν Ἥρας —ἔστη τῆς ἄλης καὶ μέση τῶν Κυκλάδων ἐρριζώθη· διὸ αὐτὴ μὲν Δῆλος ἐκλήθη ἅτε δήλη γεγονυῖα τῇ παγίῳ στάσει, αἱ δὲ περὶ αὐτὴν κυκλοῦσαι αὐτὴν Κυκλάδες, καὶ ἦν τὸ ἀπὸ τούτου ἱερὰ Ἀπόλλωνος. ἱστορεῖ Καλλίμαχος ἐν τῷ εἰς Δῆλον ὕμνῳ [36 sq.] . ~ECRVφUΩ τὸ μέσον* τῆς γῆς —ἀετῶν] λέγουσιν ἐν Δελφοῖς ὀμφαλὸν εἶναι ἐπὶ τοῦ ἐδάφους τοῦ νεὼ καὶ περὶ αὐτὸν αἰετὸν γεγράφθαι ἀπὸ συνθέσεως λίθων καὶ τοῦτο ἔφασκον τὸ μέσον ἁπάσης τῆς γῆς. ~ECRVφUΩ