Ancient Greek
Φιλίππου καὶ Ἀλεξάνδρου.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 2-34
Not analysed yet
συνηνέχθης*] συνανεστράφης. ~ΓMΩ τοξάρια*] μικρὰ ἀκόντια. ~ΓMΩ πελτίδια*] μικρὰ σκουτάρια. ~ΓMΩ —]μικρὰ ἀσπιδίσκια. ~φ γέρρα οἰσύινα*] πλεκτὰ ἀπὸ οἰσύας. οἰσύα δέ ἐστι φυτόν, ἀφ’ οὗ πλέκονται τὰ καλάθια. ~ΓUΩ ⸤γέρρα οἰσύι⸥να: οἰσύα γένος τι ἰτέας, ⸤ἀφ’ ἧς⸥ ἔπλεκον τὰ κανᾶ. ἐκ τούτων ⸤δὲ καὶ τὰ⸥ γέρρα. σκεπαστήρια ταῦτα ⸤πολε⸥μικά, οὐ κυκλοτερῆ δὲ ὡς αἱ ἀ⸤ ἀ⸤σπίδες⸥ ἀλλὰ τετράγωνα, καὶ οὐδὲ ⸤ταῖς π⸥αρατάξεσιν ὑφ’ ἑκάστου στρα⸤τιώ του⸥ φερόμενα ὡς αἱ ἀσπίδες ἀλλὰ τ⸥οῖς σταθμοῖς καταπηγνύμενα ⸤ἢ εἴπ⸥ερ ἄρα ἐξόπισθεν τῆς παρα⸤τάξεως⸥ τάξεως⸥ ὡς σκέπη ἐσόμενα τῇ ⸤στρατ⸥οπεδείᾳ ἀπὸ τῶν ἀπὸ τῆς παρα⸤τάξεως⸥ φερομένων βελῶν. ~⸤B⸥ N μύριοι μετὰ Κλεάρχου] τούτων μέμνηται ἐν ταῖς Ἀναβάσεσι Ξενοφῶν. ἀνέβησαν δὲ μετὰ τοῦ μικροῦ Κύρου κατὰ Ἀρταξέρξου τοῦ ἀδελφοῦ αὐτοῦ. ~ΓUΩ