Ancient Greek
Φιλίππου καὶ Ἀλεξάνδρου.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 3-20
Not analysed yet
οὐ διασπάσας κτλ.] οὐ διασχίσας. λέγεται γάρ, ὅτι ὁ Φίλιππος χρήματα παρέχων στάσεις ἐνέβαλεν ἐν ταῖς πόλεσιν. ~ΓφMUΩ προδοσίαις ὠνούμενος] ⸤εἰς⸥ Φίλιππον ἀποσκώπτει ⸤χρήμασι π⸥ολλοῖς κατεστρατηγη⸤κότα κότα τοὺς ἀν⸥τιπάλους. ~⸤B⸥ κάνδυν*] ἱμάτιον Περσικόν, ὡς δὲ τινὲς λέγουσιν, ὅτι τὸ Ἀρκαδίκιον. ~ΓMUΩ —]κάνδυς 〈ἱμάτιον Περσικόν〉. ὅμοιον τοῦτο χλαμύδι, εὐρυχωρότερον δέ. καὶ οὐ πρὸς τὸν ὦμον ἀνοιγόμενος ὁ κάνδυς οὐδὲ τὴν περόνην ἐς κόρακα ἀνατείνων, ἀλλὰ κατὰ τὸ ἔμπροσθεν συναγόμενος καὶ πρὸς τὸ στέρνον τὴν περόνην ἐπαναπαύων, ᾧπερ καὶ νῦν ὁ βασιλεὺς καὶ οἱ πατρίκιοι κατὰ τοὺς ἐφεστίους χρηματισμοὺς εἰώθασι χρῆσθαι. ἡ δὲ τιάρα ὀξύ τι περίβλημα κεφαλῆς, ὃ πάντες ἔφερον Πέρσαι οἱ ἄλλοι μὲν πλάγιον, ὄρθιον δὲ βασιλεὺς μόνος. ~BΝ