Ancient Greek
2 to 4
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 2-38-4
Not analysed yet
τράπεζα ὑπὲρ τὰς* ἐν Σικελίᾳ] διατεθρύλληται τοῦτο ὡς ἐν παροιμίᾳ Σικελικὴ τράπεζα. λέγεται δὲ καὶ τρυφῆς Συβαριτικῆς ἀπὸ τῆς ἐν Ἰταλίᾳ πόλεως τῆς Συβάρεως. ~R ⸤ὁ Φάω⸥ν, ὡς λέγουσι, γέρων ⸤ὢν⸥ διεβίβασε τὴν Ἀ⸤ φροδί⸥την. καὶ ἡ Ἀφροδίτη ⸤ἐρασ⸥θεῖσα αὐτοῦ, ἐπειδὴ ⸤⸤γέρων⸥ ἦν, μετέβαλεν ⸤αὐτὸν⸥ εἰς νεώτερον. ~Γ⸤B⸥RCφΩ B ⸥RCφ Ω Κόδρου* δὲ εὐγενέστερος] Μέλανθος Πύλιος ὢν ἀπὸ Πύλου —νῆσος δὲ αὕτη τῆς Πελοποννήσου —εἰς Ἀθήνας ἐλθὼν πολέμου καταλαβόντος ἐμονομάχησε Ξάνθῳ τῷ Βοιωτῷ ὑπὲρ Ἀθηναίων ἐπὶ μισθῷ τῇ βασιλείᾳ τῶν Ἀθηναίων καὶ νικήσας ἐβασίλευσεν. τούτου δὲ υἱὸς ὁ Κόδρος. ~ΓRφΩ. Addit R: ἐπ’ εὐγενείᾳ διαβόητος. ~