Ancient Greek
20 to 21
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 20-5-21
Not analysed yet
βαρὺ κτλ.] οὐδὲν βαρὺ τὸ διακονῆσαί σοι, ἐὰν μὴ χρεία ἐστὶ βαστάξαι τί ποτε. ~ΓVΩΔ περὶ —τοῦ ἡλίου λίθον* αὐτὸν εἶναι] Ἀναξαγόρας ταῦτα λέγει ὁ φυσικός. ~ΔVφΩ ἀποκαλύψαι κτλ.] ὡραῖον. ~ΓV τὸν ἐπὶ σκηνῆς* ἑκάστου βίον] τὴν ἑκάστου κατοικίαν λέγει, εἰ μὴ δριμέως καὶ τοῦτο λέγει δραματουργῶν ὡς ἐπὶ σκηνῆς ἑκάστου τῶν ἀνθρώπων διαβιοῦντος, ἅτε ἄλλου μὲν ὄντος, ἄλλου δὲ ἀξιοῦντος δοκεῖν. ~ΔVφΩ ἵνα*] τοπικὸν τοῦτο, ἀντὶ τοῦ ὅπου. ~VφΩΔ φυσικοὺς ἐκεῖνος κτλ.] ὡραῖον. ~Γ