Ancient Greek
Τίμων.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 20-6
Not analysed yet
ὑποσκάζεις κτλ.] ὡραῖον. ~ΓV ὕσπληξ] ὅτι καὶ τὸν συνέχοντα τὰς κιγκλίδας μοχλόν, ὃν ἀρτίως λάμναν φασίν, ὕσπληγα καλεῖ. ~Γ2VMΩΔ πρίασθαι βρόχον*] εἰς τὸ δι’ ἀπορίαν βίου ἀνάψαντας ἑαυτοὺς ἀπολῦσαι τοῦ ζῆν. ~Γ2VMΩΔ χρυσόχειρες*] ἢ τοῖς δακτυλίοις περιαυγαζόμενοι τοῖς χρυσοῖς ἢ δι’ εὐπορίαν ὑπερβάλλουσαν χειροπληθῶς τὸν χρυσὸν διασπείροντες. ~Γ2VMΔ. Addit Γ2: ἤ, ὅπερ ἐστὶν ἀληθές, ἐνυφασμένον αὐτὸν ἐν ταῖς ἐσθήσεσιν ἔχοντες. ~