Ancient Greek
21 to 27
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 21-4-27
Not analysed yet
Πλούτων* —ἅτε πλουτοδότης] αἰνίττεται εἰς τοὺς ἀπὸ τῶν τελευτώντων πλουσίων διαδεχομένους τὸν κλῆρον. ταύτῃ τοι καὶ ὑπὸ τοῦ Πλούτωνός φησιν αὐτοὺς τὴν ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττω λαγχάνειν μεταβολήν. ~VΓΩΔ δέλτον*] δέλτος καὶ τὸ ἐν εἰλήσει βιβλίον καλεῖται. ~VΜΩΔ ἐμὲ δὲ οἱ ἐπελπίσαντες —c. 26 εὐδαιμονεῖν οἴεσθαι] ὡραῖον ὅλον τὸ χωρίον. ~Δ ἀφαιρεθῇ*] τὸ ἀφαιρεθῇ καὶ τὸ τμηθῇ καὶ τὸ ἀνακηρυχθῇ σχῆμά ἐστι τὸ παρὰ τοῖς ῥήτορσιν ἰσοκατάληκτον λεγόμενον, ὅ καὶ πάρισον λέγεται. ~Δ Πυρρίου κτλ. ]οἰκετικὰ ταῦτα παρὰ τοῖς παλαιοῖς ὀνόματα. ~ΓVMΔ ἐκ μυχοῦ κτλ.] σημείωσαι. ~Γ ἀπειρόκαλος*] σημείωσαι, πῶς ἐχρήσατο. ~ΓVΔ —]ἀντὶ τοῦ ἄπειρος τοῦ καλοῦ. ~VMΩΔ μαστιγοῖ κτλ.] ὡραῖον. ~ΓV ἐπιθυμήσας κτλ.] σημείωσαι. ~Δ καὶ πρὸ πολλοῦ κτλ.] ὡραῖον. ~ΓV δυσέρωτας] δυσέρωτες μὲν οἱ ἄγαν ἐρῶντες, ἀνεπαφρόδιτοι δὲ οἱ ἠλίθιοι καὶ προβατώδεις οἶμαι· καὶ αὖ πάλιν [c. 27] ἐράσμιος ὁ ἔρωτα ἐμποιῶν, ἀνέραστος δὲ τοὐναντον. ~Δ ἐς βαθυκήτεα πόντον] τὸ Θεόγνιδος [175] διαπαίζει. ~VSΩΔ αὐτοπρόσωπον] ἀντὶ τοῦ αὐτόχρημα. ~V ἀμβλυώττοντες τὰ τηλικαῦτα: ἀντὶ τοῦ μὴ ἔχοντες ἤτοι μὴ δυνάμενοι βλέπειν τοσαῦτα μεγέθη τῶν κακῶν. ἢ συν ὑπακουστέον τὴν εἰς πρόθεσιν, ἵν’ ᾖ ἀμβλυώττοντες εἰς τὰ τηλικαῦτα οἱονεὶ σκοτοδινιῶντες, τὸ ἀκριβὲς τοῦ βλέπειν ἀπολωλεκότες. ~ΔVM