Ancient Greek
Κατάπλους ἢ Τύραννος.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 21
Not analysed yet
πορθμία*] τὸ ναῦλον· διὰ τοῦ ῑ γράφεται. ~Δ καθ’ ὕδατος*, φασίν, ἤδη γράφεις] παροιμία ἐστὶν ἐπὶ τῶν ἀδυνάτοις ἐπιχειρούντων πράγμασιν· τὸ γὰρ καθ’ ὕδατος γράφειν ἀδύνατον. ~ΓVφΟΩΔ —]ὡραῖον. ~Γ Σῆρας*] Σῆρές εἰσιν ἔθνος, παρ’ ᾧ γίνεται τὰ Σηρικὰ ἱμάτια· τούτους οὖν, φησί, Σῆρας ὄντας ἄπειμι ἐνεγκεῖν ὀφείλουσα. ἡ δὲ ἀκολουθία τοῦ κειμένου ἀπαιτεῖ Σῆρας νοεῖν αὐτοὺς τοὺς σκώληκας τοὺς ποιοῦντας τὴν μέταξαν. διαπαίζει δὲ ἐν τῷ χωρίῳ τοὺς λέγοντας ἀθανάτους τὰς τῶν ἀλόγων ψυχάς. ~ΓVφΟΩΔ