Ancient Greek
Κατάπλους ἢ Τύραννος.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 22-2
Not analysed yet
ὁ καλὸς Μέγιλλος*] οὗτος ὁ Μέγιλλος Κορίνθιος ἦν. ~ΓVφΟΩΔ. Addunt VφΟ ΩΔ: ὑπερφέρων κάλλει τοὺς κατ’ αὐτόν. ~ἢ τῷ*] ἢ τίνι, ὅ ἐστι διὰ τίνος. ~VΔ Φρύνης* Σιμμίχη] ὀνόματα πορνῶν. ~ΓVΟΩΔ πρότερον τέως: παρέλκει ὁπότερον τῶν δύο, ἤτοι τὸ πρότερον ἢ τὸ τέως· ἄμφω γὰρ ταὐτὸ σημαίνει. ~ΔVφΟΩ Ἐλευσίνια*] ἑορτὴ ἦν παρὰ τοῖς Ἀθηναίοις τὰ Ἐλευσίνια ἐπιτελουμένη Δήμητρι καὶ Περσεφόνῃ, ἐν ᾗ ἐγίνοντο ἀνόητά τινα τῶν Ἑλλήνων μυστήρια, ἅπερ ὁ Λουκιανὸς συνδιαπαίζει. ~ΓVφΟΩΔ δᾳδουχοῦσα: λαμπάδα φέρουσα. ~ΔV