Ancient Greek
Ἀναβιοῦντες ἢ Ἁλιεύς.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 21-5
Not analysed yet
ἐν τοσούτῳ*] ἀντὶ τοῦ ἐν τῷ μεταξὺ χρόνῳ. ~Bφ μέλαιναι*] ἐψηφοφόρουν ἐν τοῖς δικαστηρ⸤ίοις⸥ οἱ δικά ζοντες ψήφοις ταῖς ἀπὸ τῶν κυάμ⸤ ων⸥ τὴν ἑαυτῶν γνώμην ἐκφαίνοντες τοῖς δ⸤ ικα⸥ζομένοις. τῷ μὲν οὖν νικῶντι λευκοὺς ἀπεδείκνυσαν τοὺς κυάμους, τοῖς δὲ ἥττῃ⸤ θεῖσι⸥ μέλανας· ᾧτινι δὲ τῶν δικαζομ⸤ ένων κατὰ⸥ τὸ πλέον αἱ τῶν ψήφων ἀντίχρωμοι ⸤ἀπε⸥φαίνοντο, τούτῳ κατὰ τὸ κεκρατη⸤κὸς ἔθος⸥ καὶ τὸ νικᾶν ἢ ἡττᾶσθαι ἐπεβρα⸤βεύ⸥ετο. καὶ τὸ μὲν τῶν κυάμων. ~⸤B⸥CUΩ. Addunt CUΩ: τοιοῦτον τῷ χρώματι μετὰ ποσοῦ τὴν τῶν δικαζόντων ῥοπὴν ὑποδεικνύντων. ἦσαν δὲ καὶ ἕτεραι ψῆφοι δικαστικαὶ λίθινοι δύο, ὧν ἡ μὲν πλήρης ἡ δὲ διατετρημένη, ἀμφότεραι ἐπὶ τοῦ ἐν τῇ τραπέζῃ τῇ δικαστικῇ καδίσκου ἀποκείμεναι, αἳ πρὸς τὴν ἀπόφασιν τῶν δικαζόντων ἐπεδίδοντο τοῖς κρινομένοις, οὐ τῷ ποσῷ τὴν γνώμην τούτων ἐκφαίνουσαι, ἀλλὰ τῷ ὁλοκλήρῳ καὶ μὴ ἐπιμαρτυροῦσαι τὴν τῶν κρινομένων ἤτοι σωτηρίαν ἢ καταδίκην· τῷ μὲν γὰρ νικῶντι ἡ πλήρης, τῷ δὲ ἁλόντι ἡ τετρυπημένη ἐδίδοτο, ὡς δῆλον Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου [79] πεποίηκε δριμέως ἄγαν τῇ τετρυπημένῃ τὴν τοῦ Τιμάρχου ἀσέλγειαν παραστήσας. ~