Ancient Greek
Λεξιφάνης.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 21-7
Not analysed yet
ἴκταρ*] Πλατωνικὸν [Reip. IX 575 C] τοῦτο καὶ σημαίνει τὸ ἐγγύς. ~VEφΩΔ καὶ τὸ σκορδινᾶσθαι σημαίνει τὸ μετὰ χάσμης διατανύεσθαι. ~ECVφ ΩΔ ἡ γοῦν σιληπορδία* κτλ.] σιληπορδεῖν παρὰ Σώφρονι [fr. 164. Com. Graec. Fr. I 1 p. 179 Kaibel] τὸ στρηνιᾶν καὶ ἁβρύνεσθαι. ἔοικε δὲ οὗτος ἀπὸ τῆς λέξεως ἐπὶ τὸ κακέμφατον αὐτὸ μεταλαβεῖν, ὡς ἂν διὰ τὴν εὐπορίαν τῶν λέξεων καὶ τὸ μέγα ἐπὶ ταύταις φρονεῖν ἐξωγκῶσθαι αὐτῷ τὴν γαστέρα καὶ ἐπὶ τὸ ἀποπνεῦσαι ἤδη τὸν ὄγκον ἐπείγεσθαι· πολλῷ δὲ τῷ ὄγκῳ ἀποθλιβομένῳ εἰκὸς καὶ τὸν ψόφον οὐ μέτριον ἔσεσθαι. ~E VφΩΔ