Ancient Greek
Ὄνειρος ἢ Ἀλεκτρυών.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 22-4
Not analysed yet
πονοῦσιν*] κατασκευάζουσιν. ~ΔΓVφΩ κατεχαλάζησας*] κατέχεας. ~ΔΓVφ διαπυκτεύων: ἀντὶ τοῦ διασκοπούμενος καὶ ἐξακριβῶν· ἐπεὶ καὶ οἱ πύκται περὶ πολλοῦ ποιοῦνται τὴν πρὸς τὸν ἀνταγωνιστὴν βολὴν κατακαίριον ποιῆσαι ἀλλὰ μὴ μάτην μηδὲ πρὸς ἀέρα δέρειν τὴν πυγμὴν πέμψαντα. ~CVΦΩΔ σαπέρδην*] εἶδός τι ἁλιστοῦ. οἱ δὲ τὸν Πόντον οἰκοῦντες τὸν κορακῖνον ἰχθύν. ~ΓCΦ, cf. Δ —]εὐτελὲς βρῶμα ἀπὸ ἰχθύων μικρῶν τεταριχευμένων, οἷα νῦν τὰ ἀπὸ τῶν ἀφύων ἤτοι ἐγγραύλεων ἢ τῶν σαύρων διειρμένα καλάμοις πτύχια. ἔνιοι δὲ σαπέρδην εἰρήκασι τὸ ἐκ συὸς τάριχος, ὅ νῦν γόνδην Παφλαγόνες φασὶ καὶ χρῶνται. ~VΦΩ, cf. Δ μαινίδας*] τὴν καλουμένην μαινομένην. ~ΓV