Ancient Greek
Ὄνειρος ἢ Ἀλεκτρυών.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 23-4
Not analysed yet
ἄθλιοι τί τῶν κακῶν κτλ.] ὡραῖον. ~Γ νοτίζεσθαι*] βρέχεσθαι. ~ΓΔ ἐπιεικεῖς] τὸ ἐπιεικές τρία δηλοῖ, τὸ τὸν τρόπον ἀγαθόν, ὡς ὅταν λέγωμεν ἐπιεικὴς ἄνθρωπος, καὶ τὸ σύμμετρον, ὡς ὅταν λέγωμεν ὅτι ἐπιεικῶς ὅδε ζῇ ἀντὶ τοῦ συμμέτρως, καὶ τὸ πάνυ, ὡς ἐν τοῖς Ὀλυνθιακοῖς ὁ Δημοσθένης [Ι 4] οὐ μὴν ἀλλ’ ἐπιεικῶς τοῦθ’ ὃ δυσμαχώτατόν ἐστιν ἀντὶ τοῦ πάνυ δυσμαχώτατον. ~Δ Κροῖσος περιτετιλμένος* τὰ πτερά] ἀντὶ τοῦ καταλυθεὶς ἀπὸ τῆς βασιλείας. νικήσας δὲ αὐτὸν ὁ Κῦρος ἠθέλησεν αὐτὸν καῦσαι καὶ μετὰ ταῦτα ἐλεήσας ἔσωσεν. ~ΓVΦΩΔ