Ancient Greek
Συμπόσιον ἢ Λαπίθαι.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 23-2
Not analysed yet
Ἀδράστεια*] Ἀδράστειαν δαίμονά τινα λέγουσι τοῖς μεγάλα καυχωμένοις ἐπιβουλεύουσαν. ~ΓVΟΩΔ σχέσις* ἕξεως] μετουσία, συνάφεια. σχέσις σημαίνει δ′, ἢ κατὰ τέχνην ὡς τοῦ διδασκάλου πρὸς τὸν μαθητήν, ἢ κατὰ τύχην ὡς τοῦ δεσπότου πρὸς τὸν δοῦλον, ἢ κατὰ προαίρεσιν ὡς τοῦ φίλου πρὸς τὸν φίλον, ἢ κατὰ φύσιν ὡς πατὴρ πρὸς τὸν υἱόν. —ἕξις ἐστὶ ποιότης ἔμμονος καὶ δυσαπόβλητος· τόκον δὲ ταύτης τὴν ἐνέργειαν λέγω. —ἕξις ἐστὶ ποιὸς πρὸς τὰ πράγματα τρόπος. ~Δ κερατίναν κτλ.] σοφισματώδεις ταῦτα πλεκτάναι. ~VΟΩΔ ὄναιο*] ἀπολαύσειας. ~VΔ