Ancient Greek
24 to 30
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 24-2-30
Not analysed yet
Ἀνακείῳ*] ἱερὸν τῶν Διοσκούρων. οὕτω δὲ λέγεται Ἀνάκειον προπαροξυτόνως. ὅσα ἀπὸ κτητικῶν συμπέπτωκεν ἢ ἐπιθετικῶν ἐχόντων τὴν ε̄ῑ δίφθογγον, καὶ ἐκεῖνα προπαροξυτόνως οἷον Ἡράκλειον —οὕτω γὰρ Ἡράκλειος ἆθλος —,Χαρώνειον, Ἀνάκειον, Ἀνακτόρειον, βασίλειον καὶ Μαυσώλειον ἔργον. ~ΓCVΜΟΩΔ Πελοπίης* χθονός] τῆς Πελοποννήσου. λέγει δὲ αὕτη ἐστὶ Καλυδὼν ἐν τοῖς καταντικρὺ πορθμοῖς τῆς Πελοποννήσου πεδιάδας καλλίστας ἔχουσα. ~ΓVΟΩΔ γυίαις*] χώραις. ~Ο περισπάσας*] ἢ καταισχύνας ἢ ἀποστερήσας. ~ΔVΟ ἐφ’ ἑκάστῳ κτλ.] σημείωσαι. ~Γ2V Οἰνεύς*] ὁ γὰρ Οἰνεὺς ἐπὶ τὴν θυσίαν τὴν Ἄρτεμιν οὐκ ἐκάλεσεν ὥσπερ οὐδὲ Ἀρισταίνετος τὸν Ἑτοιμοκλέα ἐπὶ τὸ δεῖπνον. ὡς ἐν εἰρωνείᾳ οὖν ταῦτα λέγει ὁ Ἕρμων. ~VΟΩΔ