Ancient Greek
Ἀναβιοῦντες ἢ Ἁλιεύς.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 23-6
Not analysed yet
εἰ γάρ τι καὶ πρὸς ἀλλήλους κτλ.] τοῦτό φησιν, ἐπειδὴ Κυνικὸς ἦν Διογένης καὶ τῷ τῆς ζωῆς παραλλάττοντι διάφορος τῇ τε Στοᾷ καὶ τῇ Ἀκαδημίᾳ. ~B τοῦτο ὑπερμάχει: ἀντὶ τοῦ κατασκεύαζε· ἐπεὶ κυρίως τὸ ὑπερμαχεῖν γενικῇ συντάσσεται. τὸ γὰρ πρό τινός τι ποιεῖν αὐτοῦ χάριν καὶ ὑπὲρ αὐτοῦ γενικῇ συντάσσεται, οἷον ὑπερασπίζω σου, προῖσταμαί σου, προπολεμῶ σου, οὕτως οὖν καὶ ὑπερμαχῶ σου. ~BCΦΩ