Ancient Greek
24 to 26
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 24-7-26
Not analysed yet
ξύλῳ*] ⸤εἰς τὰς τῶν φιλοσόφων βακτηρίας ἐπισκώπτει· διαπαίζει γὰρ αὐτοὺς⸥ ὡς τοῖς σχήμασι μόνοις φιλοσοφοῦντας. ~⸤B⸥ Φ Ω. Addit B: ὃ καὶ νῦν εἰκότ⸤ως⸥ ἄν τις χ⸤ αριεν⸥τίσαιτο ἐπὶ τῶν τοῖς σχήμασι τοὺς μοναχοὺς ἐπιδεικνυμέν ων. ~ἐν Διονύσου*] Διονυσίοις γὰρ μόνοις ἐφεῖτο τὸ θέατρον ποιηταῖς κωμῳδοῖς. ταῦτα δὲ δὶς τοῦ ἔτους ἐπετελεῖτο, ἔαρος καὶ φθινοπώρου, ἔαρος τὰ μικρὰ Διονύσια, φθινοπώρου δὲ τὰ μεγάλα. ~BCVΦΩ Μένιππον*] ὁ Μένιππος οὗτος Κυνικὸς ἦν φιλόσοφος κατὰ τὸν Σεβαστὸν [M. Antonini Comment. 6, 47] φύσει κεχρημένος γενναίᾳ καὶ ἐλεγκτικῇ τε καὶ ἀποτόμῳ καλῶς τε τὸν Κύνα καὶ ἐμφιλοσόφως μετιών, ὡς καὶ παρὰ πᾶσι τὸ εὐδόκιμον ἀποφέρεσθαι. ~B CV ΦΩ