Ancient Greek
23 to 27
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 23-7-27
Not analysed yet
τὸ* δεῖνα] ὡς καὶ ἐν τῇ συνηθείᾳ εἰώθαμεν λέγειν ἀορίστως τὸ τοιοῦτο, οὕτως καὶ νῦν οὗτος τὸ δεῖνα εἶπεν ἴσως διὰ τὴν εὐτέλειαν σιγήσας καὶ ἀορίστως προενέγκας καὶ ὅτι τοῦτο δείκνυσιν· δεῆσαν γὰρ καὶ ὡρισμένως εἰπεῖν οὐδὲ οὕτως τὸ τριώβολον εἶπεν ἀλλὰ τὸ δικαστικόν· ᾐσχύνθη γὰρ διὰ τὸ εὐτελὲς τὸ τριώβολον. ~VφΩ Ἀργυραμοιβική*] τοῦ Διογένους ταῦτα λέγοντος ἡ Ἀργυραμοιβικὴ 5 φοβηθεῖσα πέφευγεν. ~ΓVΩ ὁ Πύρρων ζωγράφος πρότερον ὢν γέγονε μετὰ ταῦτα φιλόσοφος, ὅστις εἶχε σκοπὸν πάντα ἀναιρεῖν τὰ ὄντα. ~ΓCVφΩ ἕωλον*] παλαιάν. ~ΓVφ κάνδυν*] ἱμάτιον Περσικόν, ὡς δὲ τινὲς λέγουσιν, ὅτι τὸ Ἀρκαδίκιον. ~ΓCVφΩ